Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.222 Joseph. BJ 7.230 (English) >>Joseph. BJ 7.238

7.227ἦν δʼ αὐτοῖς τὰ περὶ τὴν εἰσβολὴν ἀνανταγώνιστα· τῶν γὰρ κατὰ τὴν χώραν οὐδεὶς ἤθελε χεῖρας ἀνταίρειν. 7.228Ἀντίοχος δὲ τῆς ἀγγελίας ἀδοκήτως προσπεσούσης πολέμου μὲν οὐδὲ ἐπίνοιαν πρὸς Ῥωμαίους ἔσπασεν, ἔγνω δὲ πᾶσαν τὴν βασιλείαν ὡς εἶχεν ἐπὶ σχήματος καταλιπὼν μετὰ γυναικὸς καὶ τέκνων ὑπεξελθεῖν, οὕτως ἂν οἰόμενος καθαρὸν Ῥωμαίοις αὑτὸν ἀποδεῖξαι τῆς ἐπενηνεγμένης αἰτίας. 7.229καὶ προελθὼν ἀπὸ τῆς πόλεως ἑκατὸν σταδίους πρὸς τοῖς εἴκοσιν εἰς τὸ πεδίον ἐν αὐτῷ καταυλίζεται. 7.230

Παῖτος δὲ ἐπὶ μὲν τὰ Σαμόσατα τοὺς καταληψομένους ἀποστέλλει καὶ διʼ ἐκείνων εἶχε τὴν πόλιν, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ἐπʼ Ἀντίοχον ἐποιεῖτο τὴν ὁρμήν. 7.231οὐ μὴν βασιλεὺς οὐδʼ ὑπὸ τῆς ἀνάγκης προήχθη πρᾶξαί τι πρὸς Ῥωμαίους πολεμικόν, ἀλλὰ τὴν αὐτοῦ τύχην ὀδυρόμενος τι δέοι παθεῖν ὑπέμενε· 7.232νέοις δὲ καὶ πολέμων ἐμπείροις καὶ ῥώμῃ σωμάτων διαφέρουσιν οὐ ῥᾴδιον ἦν τοῖς παισὶν αὐτοῦ τὴν συμφορὰν ἀμαχεὶ καρτερεῖν· τρέπονται οὖν πρὸς ἀλκὴν Ἐπιφανής τε καὶ Καλλίνικος. 7.233σφοδρᾶς δὲ τῆς μάχης καὶ παρʼ ὅλην τὴν ἡμέραν γενομένης αὐτοὶ τὴν ἀνδρείαν διαπρεπῆ παρέσχον καὶ μηδὲν ἐλαττωθείσῃ τῇ σφετέρᾳ δυνάμει ἑσπέρᾳ διελύθησαν. 7.234Ἀντιόχῳ δʼ οὐδʼ ἐπὶ τῇ μάχῃ τοῦτον κεχωρηκυίᾳ τὸν τρόπον μένειν ἀνεκτὸν ἐδόκει, λαβὼν δὲ τὴν γυναῖκα καὶ τὰς θυγατέρας μετʼ ἐκείνων ἐποιεῖτο τὴν φυγὴν εἰς

-- --

Κιλικίαν, καὶ τοῦτο πράξας τὰ φρονήματα τῶν οἰκείων στρατιωτῶν κατέκλασεν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.222 Joseph. BJ 7.230 (English) >>Joseph. BJ 7.238

Powered by PhiloLogic